Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.246 Joseph. AJ 18.251 (English) >>Joseph. AJ 18.255

18.249πολύδριον δʼ ἐστὶ καὶ τοῦτο τῆς Καμπανίας ὅσον ἀπὸ σταδίων πέντε τῆς Δικαιαρχείας κείμενον, βασίλειοί τέ εἰσιν οἰκήσεις αὐτόθι πολυτελέσι κεχρημέναι κατασκευαῖς φιλοτιμηθέντος τῶν αὐτοκρατόρων ἑκάστου τοὺς προγεγονότας ὑπερβάλλεσθαι, λουτρά τε παρέχεται τὸ χωρίον θερμὰ γῆθεν αὐτόματα ἀνιέντα ἀγαθὰ ἐπί τε ἰάσει τοῖς χρωμένοις καὶ ἄλλως τῷ ἀνειμένῳ τῆς διαίτης συμφέροντα. 18.250Γάιος δὲ ἅμα τε προσαγορεύων τὸν Ἡρώδην, πρῶτον δὲ αὐτῷ ἐνετύγχανεν, ἅμα τε τοῦ Ἀγρίππου τὰς ἐπιστολὰς ἐπιὼν ἐπὶ κατηγορίᾳ τῇ ἐκείνου συγκειμένας, κατηγόρει δὲ αὐτοῦ ὁμολογίαν πρὸς Σηιανὸν κατὰ τῆς Τιβερίου ἀρχῆς καὶ πρὸς Ἀρτάβανον τὸν Πάρθον ἐπὶ τοῦ παρόντος κατὰ τῆς Γαΐου ἀρχῆς, 18.251παράδειγμά τε ἦν αὐτῷ τοῦ λόγου μυριάσιν ἑπτὰ ὁπλιτῶν ἀρκέσουσα κατασκευὴ ἐν ταῖς Ἡρώδου ὁπλοθήκαις ἀποκειμένη, ἐκινεῖτό τε ὑπὸ τῶν εἰρημένων καὶ ἤρετο τὸν Ἡρώδην, εἰ ἀληθὴς περὶ τῶν ὅπλων λόγος. 18.252τοῦ δέ, οὐ γὰρ ἦν ἕτερα εἰπεῖν διὰ τὸ ἀντιφθέγξασθαι τὴν ἀλήθειαν, εἰπόντος εἶναι τὰ ὅπλα, πιστὰ ἡγούμενος εἶναι τὰ ἐπὶ τῇ ἀποστάσει κατηγορούμενα, τὴν τετραρχίαν ἀφελόμενος αὐτὸν προσθήκην τῇ Ἀγρίππου βασιλείᾳ ποιεῖται καὶ τὰ χρήματα ὁμοίως τῷ Ἀγρίππᾳ δίδωσιν, αὐτὸν δὲ φυγῇ ἀιδίῳ ἐζημίωσεν ἀποδείξας οἰκητήριον αὐτοῦ Λούγδουνον πόλιν τῆς Γαλλίας.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.246 Joseph. AJ 18.251 (English) >>Joseph. AJ 18.255

Powered by PhiloLogic